Κυριακή 27 Νοεμβρίου 2016

ΚΑΙΝΟΤΟΜΙΑ:...ΑΝ ΣΑΣ ΕΝΔΙΑΦΕΡΕΙ ΝΑ ΔΙΑΒΑΖΕΤΕ ΣΗΜΕΡΙΝΕΣ ΕΙΔΗΣΕΙΣ ΣΤΗ ΓΛΩΣΣΑ ΤΩΝ ΑΡΧΑΙΩΝ ΠΑΤΕΡΆΔΩΝ ΜΑΣ...ΑΝ...

ΕΙΔΗΣΕΙΣ ΣΤΗΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΜΕΣΩ ΤΟΥ...> ΟΙ ΕΙΔΗΣΕΙΣ ΣΤΗΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ 
( ΣΤΗ ΑΡΙΣΤΕΡΗ ΣΤΗΛΗ...ΑΝ ΨΑΞΕΤΕ...ΑΝ ΚΑΙ ΜΟΝΣΤΡΆΡΕΣΤΕ ...ψαχνομενοι) ΠΟΥ ΕΠΙΜΕΛΕΙΤΑΙ ΕΝΑΣ ΛΑΤΡΗΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ 
Το σηματάκι αυτό  υπάρχει σταθερα στην ιστοσελίδα μας εδώ και δέκα χρόνια  τουλάχιστον... ...ΤΑ ΣΥΜΠΕΡΑΣΜΑΤΑ ΔΙΚΑ ΣΑΣ... ΤΑ ΔΙΚΑ ΜΑΣ ΜΗΝ ΤΑ ΑΚΟΥΜΠΑΤΕ...ΓΙΑΤΙ ΘΑ ΧΟΡΕΥΕΤΕ ΚΑΡΣΙΛΑΜΑ...


Ὁ Δόναλδ Τρᾶμπ ἐν ταῖς ἀρχαιρεσίαις νικᾷ
11 Νοεμβρίου 2016

Picture
Ὁ Δόναλδ Τρᾶμπ, ἐν ταῖς ἀρχαιρεσίαις νεωστὶ πεποιημέναις ἀπροσδοκήτως νικήσας, ὁ ἐπιγιγνόμενος τῶν ΗΑΠ πρόεδρος γενήσεται. δέον τοὺς Ἀμερικανοὺς πολίτας νέον πρόεδρον αἱρεῖσθαι, ἥ τε Ἵλλαρι Κλίντον (γυνὴ τοῦ προτέρου προέδρου Βῖλ Κλίντον, 1993-2001) καὶ ὁ Δόναλδ Τρᾶμπ ἐφίεντο τῷ Βᾶρακ Ὀβάμα διαδέχεσθαι, τοῦτο δὲ κτᾶσθαι πειρώμενοι τοὺς τελευταίους μῆνας διέτριψαν τοὺς πολίτας ἀναπείθοντες καὶ ἕτερος ἑτέρου κατηγοροῦντες πάντα τὰ ἐν τῷ κόσμῳ κακά.


ὡς μὲν ἐπὶ τὸ πολύ, ὁπόταν δύο εἰς ἀρχὴν παραγγέλλωσιν ἀεὶ ἔνθα καὶ ἔνθα διαφέρουσιν (περὶ τῆς οἰκονομίας, περὶ τῆς πρὸς τὰς ἄλλας χώρας κοινωνίας, κτλ.), νῦν δὲ αἱ δύο αἰτίαι δι' ἃς αὗται αἱ ἀρχαιρεσίαι ἴδιαι ἐγένοντο αἵδε εἰσίν, ἡ μὲν πρώτη ὅτι οἱ δύο παραγγέλλοντες οὕτως διαφέρονται ὡς οὐδέποτε τὸ πρότερον δύο ἄλλοι παραγγέλλοντες διηνέγκοντο, ἡ δὲ δευτέρα ὅτι οἱ πλεῖστοι ἐνόμιζον τὴν Ι. Κλίντον νικήσειν.

ὅ τι ποιήσει νῦν ὁ Δ. Τρᾶμπ εἰς τὴν ἀρχὴν ἁφικόμενος (τῷ ὄντι κατὰ τοὺς νόμους πρόεδρος γενήσεται τῷ Ἰανουαρίῳ μηνί) ἀγνωστόν ἐστιν, πολλάκις γὰρ πρῶτον μὲν τοῦτο καὶ ἐκεῖνο ὑπισχνοῦνται ποιήσειν ἵνα τὴν νίκην κτῶνται, ἔπειτα δὲ ἐκεῖνο ὃ ὑπέσχοντο εἴτε οὐ βούλονται εἴτε οὐ δύνανται ποιεῖν, τὰ οὖν γενησόμενα μένειν δεῖ. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου